Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους
ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ
ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους,
καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων δὲ αὐτοὺς οἱ
δεκάδαρχοι. ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς ἴλης ᾗτινι Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς
οἱ τῆς σπείρας τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης
Κορίνθιος, ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς ἴλης ᾗ ὄνομα
Κολῶνες. συντετάχθων δὲ αὐτοῖς Ἰτουραῖοι καὶ Κυρηναῖοι
καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.