Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ
νώνας καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται;’
πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος ἱστορεῖ, ὅτι μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας καλοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλίαν ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν; νομισθείσης δὲ τῆς μετὰ τὰς εἰδοὺς ἀποφράδος
προήγαγεν ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ
[p. 42]
δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν
τήν τε μετὰ νώνας καὶ τὴν μετὰ καλάνδας;