διαφερομένου καὶ δοκοῦντος ἐξελέγχειν, ἠρέμα μειδιάσαντα τὸν ἄνθρωπον εἰπεῖν, ‘μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.’
ἀλλ᾽ Ἀλέξανδρος εἰδὼς τίνων δεῖ θεατὴν εἶναι καὶ ἀκροατὴν καὶ τίνων ἀγωνιστὴν καὶ [p. 428] αὐτουργόν, ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον
βριθὺς ὁπλιτοπάλας, δάιος ἀντιπάλοις.ταύτην ἔχων τέχνην προγονικὴν ἀπ᾽ Αἰακιδῶν, ἀφ᾽ Ἡρακλέους, ταῖς δ᾽ ἄλλαις τέχναις τὸ τιμᾶν ἄνευ τοῦ ζηλοῦν ἀπεδίδου κατὰ τὸ ἔνδοξον αὐτῶν καὶ χαρίεν, τῷ τέρπειν δ᾽ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι. γεγόνασι δὲ κατ᾽ αὐτὸν τραγῳδοὶ μὲν