Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ταύτης τῆς ἡμέρας λέγει, λοιδορεῖται, βοᾷ: χειροτονεῖται τίς; Μειδίας: Ἀναγυράσιος προβέβληται: Πλουτάρχου προξενεῖ, τἀπόρρητ᾽ οἶδεν, ἡ πόλις [p. 151] αὐτὸν οὐ χωρεῖ.’ διὸ καὶ σφόδρα τὸ ἀσύνδετον σχῆμα παρὰ τοῖς τέχνας γράφουσιν εὐδοκιμεῖ τοὺς δ᾽ ἄγαν νομίμους ἐκείνους καὶ μηδένα σύνδεσμον ἐκ τῆς συνηθείας ἀφιέντας ὡς ἀργὴν καὶ ἀπαθῆ καὶ κοπώδη τῷ ἀμεταβλήτῳ τὴν φράσιν ποιοῦντας αἰτιῶνται. τὸ δὲ τοὺς διαλεκτικοὺς μάλιστα συνδέσμων δεῖσθαι πρὸς τὰς τῶν ἀξιωμάτων συναφὰς καὶ συμπλοκὰς καὶ διαζεύξεις, ὥσπερ ἡνιόχους ζυγῶν, καὶ τὸν ἐν Κύκλωπος Ὀδυσσέα λύγων πρὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.