previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ μὴν γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. οὐκοῦν ῥήτωρ οὐ μόνον αὐτὸς οὐκ ἀδικήσει, ἀλλ᾽ οὐδ᾽ ἕτερον ἐάσει: οὐδ᾽ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλ᾽ οὐδ᾽ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτ᾽ ἀδικήσει μήθ᾽ ἕτερον ἐάσει, κατὰ πάντας τοὺς τρόπους ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθ᾽ ὃν [p. 84] αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθ᾽ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι ἀδικεῖν καὶ καθ᾽ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ μὲν τὸ καθ᾽ αὑτὸν μόνον παρέχεται, δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦτοι γενήσονται παρασκευάζει. μὲν γὰρ καλός τε κἀγαθὸς οὐ πάντη ῥήτωρ, δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτ᾽ ἄγει. οὐ μὴν ἀλλ᾽ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδ᾽ ἀξίαν σπουδῆς οὐδὲ λόγου χρείαν ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν; οὐ γὰρ ἄλλο γ᾽ οὐδὲν τοῦτο βούλονται, μάλιστα μὲν μηδένα μηδὲ ὑφ᾽ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων τῶν αἰτίων γίγνεσθαι. ὥστ᾽ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλ᾽ ὥσπερ ἑταιρείας καταγνωσθείσης μετὰ τῶν ταὐτὰ συμβουλομένων νόμων ἐξελαθήσεται: καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι καλῶς ἡμῖν ἔχῃ. πότ᾽ οὖν τοῦτ᾽ ἂν γένοιτο; τίς καιρὸς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: