previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσι τυχεῖν: ὧν οἱ πρόγονοι τὸ μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστ᾽ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους: ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτ᾽ [p. 107] ἐλπὶς ἐλείπετ᾽ ἂν οὐδαμῆ οὐδαμῶς.’ ἡμῶν δέ γε οὐχ οἱ πρόγονοι, φαῖεν ἂν, ἀλλ᾽ ἡμεῖς αὐτοὶ τοῖς ἡμετέροις αὐτῶν ἔργοις καὶ βουλεύμασι καὶ λόγοις ἀπὸ τῶν βαρβάρων τοὺς Ἕλληνας ἐσώσαμεν, οὐ τὸ ἐν Σικελίᾳ κατοικοῦν μέρος αὐτῶν, ἀλλὰ τοὺς σύμπαντας καὶ τοὺς τῆς ἁπάσης οἰκουμένης τὸ ἕτερον μέρος νομισθέντας, ἐξ οὗ τότε τοῖς βαρβάροις ἀντάραντες ἐώσαντο, ὥστ᾽ ἐξεῖναί σοι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους, καὶ περὶ αὐτῶν ἡμῶν, ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτ᾽ ἐλπὶς ἐλείπετ᾽ ἂν οὐδαμῆ οὐδαμῶς. ‘νῦν οὖνφησὶν Δίωντοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλικὴ, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν. ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρ᾽ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός: μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταυτὸν κεκτημένον ὄνομα, υἱὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου: ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀΐδιον ἀντὶ τυραννίδος [p. 108]ἐφημέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: